TLG 1479 001 :: MARCI AURELII EPISTULA :: Epistula ad senatum, qua testatur Christianos victoriae causam fuisse

MARCI AURELII EPISTULA Epist.
(p. A.D. 2)

Cf. et MARCUS AURELIUS ANTONINUS Imperator Phil. (0562)

Epistula ad senatum, qua testatur Christianos victoriae causam fuisse

Source: Otto, J.C.T. (ed.), Corpus apologetarum Christianorum saeculi secundi, vol. 1, 3rd edn. Jena: Mauke, 1876 (repr. Wiesbaden: Sändig, 1969): 246–252.

Citation: Page — (line)

246

(1t)

Μάρκου βασιλέως Ἐπιστολὴ πρὸς τὴν Σύγκλητον, ἐν ᾗ
2tμαρτυρεῖ Χριστιανοὺς αἰτίους γεγενῆσθαι τῆς νίκης αὐτῶν.
1Αὐτοκράτωρ Καῖσαρ Μάρκος Αὐρήλιος Ἀντωνῖνος Γερ‐246

248

μανικὸς Παρθικὸς Σαρματικὸς Δήμῳ Ῥωμαίων καὶ τῇ Ἱερᾷ Συγκλίτῳ χαίρειν. Φανερὰ ὑμῖν ἐποίησα τὰ τοῦ ἐμοῦ σκο‐ ποῦ μεγέθη, ὁποῖα ἐν τῇ Γερμανίᾳ ἐκ περιστάσεως διὰ περι‐ βολῆς ἐπακολουθήματα ἐποίησα ἐν τῇ μεθορίᾳ καμὼν καὶ πα‐
5θών, ἐν Καρνούντῳ καταλαμβανομένου μου ὑπὸ δρακόντων ἑβδομήκοντα τεσσάρων ἀπὸ μιλίων ἐννέα. Γενομένων δὲ αὐ‐ τῶν ἐγγὺς ἡμῶν ἐξπλωράτωρες ἐμήνυσαν ἡμῖν καὶ Πομπηϊανὸς ὁ ἡμέτερος πολέμαρχος ἐδήλωσεν ἡμῖν ἅτινα εἴδομεν (κατα‐ λαμβανόμενος δὲ ἤμην ἐν μεγέθει πλήθους ἀμίκτου, καὶ στρα‐
10τευμάτων λεγεῶνος πρίμας, δεκάτης, γεμίνας, φρεντησίας μῖγμα κατηριθμημένον), πλήθη παρεῖναι παμμίκτου ὄχλου χιλιάδων ἐνακοσίων ἑβδομήκοντα ἑπτά. Ἐξετάσας οὖν ἐμαυτὸν
καὶ τὸ πλῆθος τὸ ἐμὸν πρὸς τὸ μέγεθος τῶν βαρβάρων καὶ248

250

πολεμίων, κατέδραμον εἰς τὸ θεοῖς εὔχεσθαι πατρῴοις. Ἀμε‐ λούμενος δὲ ὑπ’ αὐτῶν καὶ τὴν στενοχωρίαν μου θεωρήσας τῆς δυνάμεως παρεκάλεσα τοὺς παρ’ ἡμῖν λεγομένους Χριστιανούς· καὶ ἐπερωτήσας εὗρον πλῆθος καὶ μέγεθος αὐτῶν, καὶ ἐμβρι‐
5μησάμενος εἰς αὐτούς, ὅπερ οὐκ ἔπρεπε διὰ τὸ ὕστερον ἐπε‐ γνωκέναι με τὴν δύναμιν αὐτῶν. Ὅθεν ἀρξάμενοι οὐ βελῶν παράρτησιν οὔτε ὅπλων οὔτε σαλπίγγων, διὰ τὸ ἐχθρὸν εἶναι τὸ τοιοῦτο αὐτοῖς διὰ τὸν θεόν, ὃν φοροῦσι κατὰ συνείδησιν. Εἰκὸς οὖν ἐστιν, οὓς ὑπολαμβάνομεν ἀθέους εἶναι ὅτι θεὸν
10ἔχουσιν αὐτόματον ἐν τῇ συνειδήσει τετειχισμένον. Ῥίψαντες γὰρ ἑαυτοὺς ἐπὶ τὴν γῆν οὐχ ὑπὲρ ἐμοῦ μόνον ἐδεήθησαν ἀλλὰ καὶ ὑπὲρ τοῦ παρόντος στρατεύματος, παρήγορον γενέσθαι δίψης καὶ λιμοῦ τῆς παρούσης. Πεμπταῖοι γὰρ ὕδωρ οὐκ εἰλήφειμεν διὰ τὸ μὴ παρεῖναι· ἦμεν γὰρ ἐν τῷ μεσομφάλῳ
15τῆς Γερμανίας καὶ τοῖς ὅροις αὐτῶν. Ἅμα δὲ τῷ τούτους ῥίψαι ἐπὶ τὴν γῆν ἑαυτοὺς καὶ εὔχεσθαι θεῷ, ᾧ ἐγὼ ἠγνόουν, εὐθέως ὕδωρ ἠκολούθει οὐρανόθεν, ἐπὶ μὲν ἡμᾶς ψυχρότα‐ τον, ἐπὶ δὲ τοὺς Ῥωμαίων ἐπιβούλους χάλαζα πυρώδης. Ἀλλὰ
καὶ εὐθὺ θεοῦ παρουσίαν ἐν εὐχῇ γινομένην παραυτίκα ὡς250

252

ἀνυπερβλήτου καὶ ἀκαταλύτου. Αὐτόθεν οὖν ἀρξάμενοι συγχωρήσωμεν τοῖς τοιούτοις εἶναι Χριστιανοῖς, ἵνα μὴ καθ’ ἡμῶν τι τοιοῦτον αἰτησάμενοι ὅπλον ἐπιτύχωσι. Τὸν δὲ τοι‐ οῦτον συμβουλεύω, διὰ τὸ τοιοῦτον εἶναι Χριστιανόν, μὴ ἐγκα‐
5λεῖσθαι. Εἰ δὲ εὑρεθείη τις ἐγκαλῶν τῷ Χριστιανῷ ὅτι Χρι‐ στιανός ἐστι, τὸν μὲν προσαγόμενον Χριστιανὸν πρόδηλον εἶναι βούλομαι, γίνεσθαι ὁμολογήσαντα τοῦτο, ἄλλο ἕτερον μηδὲν ἐγκαλούμενον ἢ ὅτι Χριστιανός ἐστι μόνον, τὸν προσά‐ γοντα δὲ τοῦτον ζῶντα καίεσθαι· τὸν δὲ Χριστιανὸν ὁμολογή‐
10σαντα καὶ συνασφαλισάμενον περὶ τοῦ τοιούτου, τὸν πεπι‐ στευμένον τὴν ἐπαρχίαν εἰς μετάνοιαν καὶ ἀνελευθερίαν τὸν τοιοῦτον μὴ μετάγειν. Ταῦτα δὲ καὶ τῆς συγκλήτου δόγματι κυρωθῆναι βούλομαι, καὶ κελεύω τοῦτό μου τὸ διάταγμα ἐν τῷ φόρῳ τοῦ Τραϊανοῦ προτεθῆναι πρὸς τὸ δύνασθαι ἀνα‐
15γινώσκεσθαι. Φροντίσει ὁ πραίφεκτος Βιτράσιος Πολ‐ λίων εἰς τὰς πέριξ ἐπαρχίας πεμφθῆναι· πάντα δὲ τὸν βου‐ λόμενον χρῆσθαι καὶ ἔχειν μὴ κωλύεσθαι λαμβάνειν ἐκ τῶν
προτεθέντων παρ’ ἡμῶν.252